Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.41.2 | Hdt. 5.42.3 (English) | >>Hdt. 5.45.1 |
5.42.2 ὥστε ὦν οὕτω φρονέων , ἐπειδὴ ὅ τε Ἀναξανδρίδης ἀπέθανε καὶ οἱ Λακεδαιμόνιοι χρεώμενοι τῷ νόμῳ ἐστήσαντο βασιλέα τὸν πρεσβύτατον Κλεομένεα , ὁ Δωριεὺς δεινόν τε ποιεύμενος καὶ οὐκ ἀξιῶν ὑπὸ Κλεομένεος βασιλεύεσθαι , αἰτήσας λεὼν Σπαρτιήτας ἦγε ἐς ἀποικίην , οὔτε τῷ ἐν Δελφοῖσι χρηστηρίῳ χρησάμενος ἐς ἥντινα γῆν κτίσων ἴῃ , οὔτε ποιήσας οὐδὲν τῶν νομιζομένων · οἷα δὲ βαρέως φέρων , ἀπίει ἐς τὴν Λιβύην τὰ πλοῖα · κατηγέοντο δέ οἱ ἄνδρες Θηραῖοι .
5.42.3 ἀπικόμενος δὲ ἐς Λιβύην οἴκισε χῶρον κάλλιστον τῶν Λιβύων παρὰ Κίνυπα ποταμόν . ἐξελασθεὶς δὲ ἐνθεῦτεν τρίτῳ ἔτεϊ ὑπὸ Μακέων τε Λιβύων καὶ Καρχηδονίων ἀπίκετο ἐς Πελοπόννησον .
ch. 43
5.43.1
ch. 44
5.44.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.41.2 | Hdt. 5.42.3 (English) | >>Hdt. 5.45.1 |